Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.209 Joseph. AJ 1.214 (English) >>Joseph. AJ 1.218

1.212καὶ Ἀβιμέλεχος τήν τε γῆν πρὸς αὐτὸν νέμεται καὶ τὰ χρήματα, καὶ συντίθενται ἀδόλως πολιτεύσεσθαι ὑπέρ τινος φρέατος ποιούμενοι τὸν ὅρκον, Βηρσουβαὶ καλοῦσιν· ὅρκιον δὲ φρέαρ λέγοιτʼ ἄν. οὕτω δʼ ἔτι καὶ νῦν ὑπὸ τῶν ἐπιχωρίων ὠνόμασται. 1.213

Γίνεται δὲ Ἁβράμῳ μετʼ οὐ πολὺ καὶ παῖς ἐκ Σάρρας, ὡς αὐτῷ ὑπὸ τοῦ θεοῦ προείρητο, ὃν Ἴσακον ὠνόμασε· τοῦτο γέλωτα σημαίνει· διὰ μέντοι τὸ τὴν Σάρραν μειδιάσαι τέξεσθαι φήσαντος αὐτὴν τοῦ θεοῦ μὴ προσδοκῶσαν ἤδη τοκετοῦ πρεσβυτέραν οὖσαν τὸν υἱὸν οὕτως ἐκάλεσεν. αὐτὴ μὲν γὰρ ἐνενήκοντα εἶχεν ἔτη ἑκατὸν δὲ Ἅβραμος. 1.214τίκτεται δὲ παῖς ἑκατέρων τῷ ὑστάτῳ ἔτει, ὃν εὐθὺς μετʼ ὀγδόην ἡμέραν περιτέμνουσι, κἀξ ἐκείνου μετὰ τοσαύτας ἔθος ἔχουσιν οἱ Ἰουδαῖοι ποιεῖσθαι τὰς περιτομάς, Ἄραβες δὲ μετὰ ἔτος τρισκαιδέκατον· Ἰσμαῆλος γὰρ κτίστης αὐτῶν τοῦ ἔθνους Ἁβράμῳ γενόμενος ἐκ τῆς παλλακῆς ἐν τούτῳ περιτέμνεται τῷ χρόνῳ· περὶ οὗ τὸν πάντα λόγον ἐκθήσομαι μετὰ πολλῆς ἀκριβείας. 1.215

Σάρρα δὲ γεννηθέντα τὸν Ἰσμαῆλον ἐκ τῆς δούλης αὐτῆς Ἀγάρης τὸ μὲν πρῶτον ἔστεργεν οὐδὲν ἀπολείπουσα τῆς πρὸς ἴδιον υἱὸν εὐνοίας, ἐτρέφετο γὰρ ἐπὶ τῇ τῆς ἡγεμονίας διαδοχῇ, τεκοῦσα δʼ αὐτὴ τὸν Ἴσακον οὐκ ἠξίου παρατρέφεσθαι τούτῳ τὸν Ἰσμαῆλον ὄντα πρεσβύτερον καὶ κακουργεῖν δυνάμενον τοῦ πατρὸς αὐτοῖς ἀποθανόντος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.209 Joseph. AJ 1.214 (English) >>Joseph. AJ 1.218

Powered by PhiloLogic